<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><q><l n="169">οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες</l><l n="170">ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,</l><l n="171">ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε</l><l n="172">χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·</l><l n="174">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="175"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·</l><l n="176">ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·</l><l n="177">πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ</l><l n="178">λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ</l><l n="179">νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν</l><l n="180">πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.</l><l n="181">σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.</l><l n="182"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης</l><l n="183">δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·</l><l n="184">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ</l><l n="185">αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="186">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·</l><l n="187">αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.</l><l n="188">υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος</l><l n="189">Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.</l><l n="190">αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="191">Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου</l><l n="192">πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="193">αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="194">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><milestone ed="p" n="195" unit="card"/><l n="195"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,</l><l n="196">τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="198">τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,</l><l n="199">οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.</l></div></div></body></text></TEI>