οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι. ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων· Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι· πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου· οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη· αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα, τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.