<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="138">ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ</l><l n="139">Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="140">Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.</l><l n="141">οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="142">ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·</l><l n="143">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν</l><l n="144">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="145">ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην</l><l n="146">ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν</l><l n="147">ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,</l><l n="148">δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην</l><l n="149">πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="150">γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·</l><l n="151">ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς</l><l n="152">ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο</l><l n="153">λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.</l><milestone ed="p" n="153" unit="card"/><l n="154">οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων</l><l n="155">βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων</l><l n="156">νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,</l><l n="157">ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας</l><l n="158">ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·</l><l n="159">ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν</l><l n="160">ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν</l><l n="161">βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="162">δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="163">Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·</l><q><l n="164">Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο</l><l n="165">πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς</l><l n="166">σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.</l><l n="167">οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι</l><l n="168">οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,</l></q></div></div></body></text></TEI>