ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε. οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν· αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα, δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται· ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν. οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ· ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι. δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα· Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ, οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι. ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων· Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι· πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν. σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα. ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου· οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα· αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν. υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας. αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη· αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα, τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας, οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ. ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης, κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ, αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ οὔτέ ποτʼ ἐν πολέμῳ, σὸν δὲ κράτος αἰὲν ἀέξειν· νῦν αὖτʼ ἐξερέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν. ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι, εἰ ἐτεόν γε Τρωσὶν ὅδʼ ὄρνις ἦλθε περησέμεναι μεμαῶσιν αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον ζωόν· ἄφαρ δʼ ἀφέηκε πάρος φίλα οἰκίʼ ἱκέσθαι, οὐδʼ ἐτέλεσσε φέρων δόμεναι τεκέεσσιν ἑοῖσιν. ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα· πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. ἡμεῖς δὲ μεγάλοιο Διὸς πειθώμεθα βουλῇ, ὃς πᾶσι θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρης. τίπτε σὺ δείδοικας πόλεμον καὶ δηϊοτῆτα; εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι· οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων. εἰ δὲ σὺ δηϊοτῆτος ἀφέξεαι, ἠέ τινʼ ἄλλον παρφάμενος ἐπέεσσιν ἀποτρέψεις πολέμοιο, αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσεις. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο ἠχῇ θεσπεσίῃ· ἐπὶ δὲ Ζεὺς τερπικέραυνος ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν, ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν· αὐτὰρ Ἀχαιῶν θέλγε νόον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζε. τοῦ περ δὴ τεράεσσι πεποιθότες ἠδὲ βίηφι ῥήγνυσθαι μέγα τεῖχος Ἀχαιῶν πειρήτιζον. κρόσσας μὲν πύργων ἔρυον, καὶ ἔρειπον ἐπάλξεις, στήλας τε προβλῆτας ἐμόχλεον, ἃς ἄρʼ Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν ἔμμεναι ἔχματα πύργων. τὰς οἵ γʼ αὐέρυον, ἔλποντο δὲ τεῖχος Ἀχαιῶν ῥήξειν· οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου, ἀλλʼ οἵ γε ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις βάλλον ἀπʼ αὐτάων δηΐους ὑπὸ τεῖχος ἰόντας. ἀμφοτέρω δʼ Αἴαντε κελευτιόωντʼ ἐπὶ πύργων πάντοσε φοιτήτην μένος ὀτρύνοντες Ἀχαιῶν. ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι νείκεον, ὅν τινα πάγχυ μάχης μεθιέντα ἴδοιεν· ὦ φίλοι Ἀργείων ὅς τʼ ἔξοχος ὅς τε μεσήεις ὅς τε χερειότερος, ἐπεὶ οὔ πω πάντες ὁμοῖοι ἀνέρες ἐν πολέμῳ, νῦν ἔπλετο ἔργον ἅπασι· καὶ δʼ αὐτοὶ τόδε που γιγνώσκετε. μή τις ὀπίσσω τετράφθω ποτὶ νῆας ὁμοκλητῆρος ἀκούσας, ἀλλὰ πρόσω ἵεσθε καὶ ἀλλήλοισι κέλεσθε, αἴ κε Ζεὺς δώῃσιν Ὀλύμπιος ἀστεροπητὴς νεῖκος ἀπωσαμένους δηΐους προτὶ ἄστυ δίεσθαι. ὣς τώ γε προβοῶντε μάχην ὄτρυνον Ἀχαιῶν. τῶν δʼ, ὥς τε νιφάδες χιόνος πίπτωσι θαμειαὶ ἤματι χειμερίῳ, ὅτε τʼ ὤρετο μητίετα Ζεὺς νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· κοιμήσας δʼ ἀνέμους χέει ἔμπεδον, ὄφρα καλύψῃ ὑψηλῶν ὀρέων κορυφὰς καὶ πρώονας ἄκρους καὶ πεδία λωτοῦντα καὶ ἀνδρῶν πίονα ἔργα, καί τʼ ἐφʼ ἁλὸς πολιῆς κέχυται λιμέσιν τε καὶ ἀκταῖς, κῦμα δέ μιν προσπλάζον ἐρύκεται· ἄλλά τε πάντα εἴλυται καθύπερθʼ, ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος· ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί, αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς, βαλλομένων· τὸ δὲ τεῖχος ὕπερ πᾶν δοῦπος ὀρώρει. οὐδʼ ἄν πω τότε γε Τρῶες καὶ φαίδιμος Ἕκτωρ τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα, εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεὺς ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὣς βουσὶν ἕλιξιν. αὐτίκα δʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην καλὴν χαλκείην ἐξήλατον, ἣν ἄρα χαλκεὺς ἤλασεν, ἔντοσθεν δὲ βοείας ῥάψε θαμειὰς χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον. τὴν ἄρʼ ὅ γε πρόσθε σχόμενος δύο δοῦρε τινάσσων βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος, ὅς τʼ ἐπιδευὴς δηρὸν ἔῃ κρειῶν, κέλεται δέ ἑ θυμὸς ἀγήνωρ μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· εἴ περ γάρ χʼ εὕρῃσι παρʼ αὐτόφι βώτορας ἄνδρας σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας περὶ μῆλα, οὔ ῥά τʼ ἀπείρητος μέμονε σταθμοῖο δίεσθαι, ἀλλʼ ὅ γʼ ἄρʼ ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτὸς ἔβλητʼ ἐν πρώτοισι θοῆς ἀπὸ χειρὸς ἄκοντι· ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαΐξαι διά τε ῥήξασθαι ἐπάλξεις. αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς ἐσθλή, ἐπεὶ Λυκίοισι μέτα πρώτοισι μάχονται. ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε· τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς· τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς ἱστάμενοι πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν. αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην· ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος· ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας, θλάσσε δὲ τετράφαλον κυνέην, σὺν δʼ ὀστέʼ ἄραξε πάντʼ ἄμυδις κεφαλῆς· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου, λίπε δʼ ὀστέα θυμός. Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης, ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινὸν ἀσπίδος ἀμφιβρότης· ἀλλὰ Ζεὺς κῆρας ἄμυνε παιδὸς ἑοῦ, μὴ νηυσὶν ἔπι πρύμνῃσι δαμείη· Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος, οὐδὲ διὰ πρὸ ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα. χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος· οὐδʼ ὅ γε πάμπαν χάζετʼ, ἐπεί οἱ θυμὸς ἐέλπετο κῦδος ἀρέσθαι. κέκλετο δʼ ἀντιθέοισιν ἑλιξάμενος Λυκίοισιν· ὦ Λύκιοι τί τʼ ἄρʼ ὧδε μεθίετε θούριδος ἀλκῆς; ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι μούνῳ ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον· ἀλλʼ ἐφομαρτεῖτε· πλεόνων δέ τι ἔργον ἄμεινον. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπέβρισαν βουληφόρον ἀμφὶ ἄνακτα. Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας τείχεος ἔντοσθεν, μέγα δέ σφισι φαίνετο ἔργον· οὔτε γὰρ ἴφθιμοι Λύκιοι Δαναῶν ἐδύναντο τεῖχος ῥηξάμενοι θέσθαι παρὰ νηυσὶ κέλευθον, οὔτέ ποτʼ αἰχμηταὶ Δαναοὶ Λυκίους ἐδύναντο τείχεος ἂψ ὤσασθαι, ἐπεὶ τὰ πρῶτα πέλασθεν. ἀλλʼ ὥς τʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ, ὥ τʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης, ὣς ἄρα τοὺς διέεργον ἐπάλξιες· οἳ δʼ ὑπὲρ αὐτέων δῄουν ἀλλήλων ἀμφὶ στήθεσσι βοείας ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα. πολλοὶ δʼ οὐτάζοντο κατὰ χρόα νηλέϊ χαλκῷ, ἠμὲν ὅτεῳ στρεφθέντι μετάφρενα γυμνωθείη μαρναμένων, πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς. πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν ἐρράδατʼ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν. ἀλλʼ οὐδʼ ὧς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν, ἀλλʼ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής, ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει ἰσάζουσʼ, ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται· ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε, πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· ὄρνυσθʼ ἱππόδαμοι Τρῶες, ῥήγνυσθε δὲ τεῖχος Ἀργείων καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ οὔασι πάντες ἄκουον, ἴθυσαν δʼ ἐπὶ τεῖχος ἀολλέες· οἳ μὲν ἔπειτα κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες, Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάων ἑστήκει πρόσθε πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἔην· τὸν δʼ οὔ κε δύʼ ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπʼ ἄμαξαν ἀπʼ οὔδεος ὀχλίσσειαν, οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος. τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω. ὡς δʼ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς χειρὶ λαβὼν ἑτέρῃ, ὀλίγον τέ μιν ἄχθος ἐπείγει, ὣς Ἕκτωρ ἰθὺς σανίδων φέρε λᾶαν ἀείρας, αἵ ῥα πύλας εἴρυντο πύκα στιβαρῶς ἀραρυίας δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί, μία δὲ κληῒς ἐπαρήρει. στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἐρεισάμενος βάλε μέσσας εὖ διαβάς, ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη, ῥῆξε δʼ ἀπʼ ἀμφοτέρους θαιρούς· πέσε δὲ λίθος εἴσω βριθοσύνῃ, μέγα δʼ ἀμφὶ πύλαι μύκον, οὐδʼ ἄρʼ ὀχῆες ἐσχεθέτην, σανίδες δὲ διέτμαγεν ἄλλυδις ἄλλη λᾶος ὑπὸ ῥιπῆς· ὃ δʼ ἄρʼ ἔσθορε φαίδιμος Ἕκτωρ νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια· λάμπε δὲ χαλκῷ σμερδαλέῳ, τὸν ἕεστο περὶ χροΐ, δοιὰ δὲ χερσὶ δοῦρʼ ἔχεν· οὔ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας νόσφι θεῶν ὅτʼ ἐσᾶλτο πύλας· πυρὶ δʼ ὄσσε δεδήει. κέκλετο δὲ Τρώεσσιν ἑλιξάμενος καθʼ ὅμιλον τεῖχος ὑπερβαίνειν· τοὶ δʼ ὀτρύνοντι πίθοντο. αὐτίκα δʼ οἳ μὲν τεῖχος ὑπέρβασαν, οἳ δὲ κατʼ αὐτὰς ποιητὰς ἐσέχυντο πύλας· Δαναοὶ δὲ φόβηθεν νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη. Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων. ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν. οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί. ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα· γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων· τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης· ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν. Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους. ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι. σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει. ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο, γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ· καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ· τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον· οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον, Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη· ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν· νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς. ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα. ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν· ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης· ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ· ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε. βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου· Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν, ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη· τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων· τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ, ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν. νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν. ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν· τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο. τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν. ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας. Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε. δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν. καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα· τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,