<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="12"><l n="102">πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·</l><l n="103">οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι</l><l n="104">τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.</l><l n="105">οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι</l><l n="106">βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο</l><l n="107">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><milestone ed="p" n="108" unit="card"/><l n="108"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="109">βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·</l><l n="110">ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν</l><l n="111">αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,</l><l n="112">ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι</l><l n="113">νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας</l><l n="114">ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν</l><l n="115">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="116">πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν</l><l n="117">ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.</l><l n="118">εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ</l><l n="119">ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·</l><l n="120">τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν</l><l n="121">εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,</l><l n="122">ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων</l><l n="123">ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.</l><l n="124">τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="125">ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς</l><l n="126">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι</l><l n="127">νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους</l><l n="128">υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,</l><l n="129">τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,</l><l n="130">τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="131">τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων</l><l n="132">ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,</l><l n="133">αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα</l></div></div></body></text></TEI>