<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="97">ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ</l><l n="98">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="99">καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="100">στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·</l><l n="101">αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων</l><l n="102">υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω</l><l n="103">εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,</l><l n="104">Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς</l><l n="105">Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,</l><l n="106">ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.</l><l n="107">δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,</l><l n="109">Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.</l><l n="110">σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ</l><l n="111">γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν</l><l n="112">εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.</l><l n="113">ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα</l><l n="114">ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν</l><l n="115">ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·</l><l n="116">ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι</l><l n="117">χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·</l><l n="118">καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην</l><l n="119">σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·</l><l n="120">ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον</l><l n="121">Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.</l><milestone ed="p" n="122" unit="card"/><l n="122"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην</l><l n="123">υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα</l><l n="124">χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα</l><l n="125">οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,</l><l n="126">τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων</l><l n="127">εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·</l><l n="128">ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="129">τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς</l><l n="130">Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·</l><q><l n="131">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="132">πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται</l><l n="133">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="134">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,</l></q></div></div></body></text></TEI>