ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα· ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς· ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο. αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους· ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην· ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,