<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="96">νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,</l><l n="97">ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ</l><l n="98">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="99">καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="100">στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·</l><l n="101">αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων</l><l n="102">υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω</l><l n="103">εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,</l><l n="104">Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς</l><l n="105">Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,</l><l n="106">ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.</l><l n="107">δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,</l><l n="109">Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.</l><l n="110">σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ</l><l n="111">γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν</l></div></div></body></text></TEI>