νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων. σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν