ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες; τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως; ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο. ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα. ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας· ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν. ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν. αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ, Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν, δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες. ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι, Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ· ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων· οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα· ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων· ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν· ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν. ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι. δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους· ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν, ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω. εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν, ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι, νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς· εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ, οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε. οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων, πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων. οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι· τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα, ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας. τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι