<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="80">τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς</l><l n="81">τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων</l><l n="82">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν</l><l n="83">χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.</l><l n="84"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><milestone ed="p" n="84" unit="card"/><l n="85">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="86">ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον</l><l n="87">οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας</l><l n="88">τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,</l><l n="89">σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,</l><l n="90">τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας</l><l n="91">κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων</l><l n="92">πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν</l><l n="93">αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.</l><l n="94">ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·</l><l n="95">τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ</l></div></div></body></text></TEI>