<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="782">σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.</l><l n="783">Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ</l><l n="784">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·</l><l n="785">σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·</l><q><l n="786">τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,</l><l n="787">πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.</l><l n="788">ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι</l><l n="789">καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.</l></q><l n="790">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="791">ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.</l><l n="792">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις</l><l n="793">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><l n="794">εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει</l><l n="795">καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="796">ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω</l><l n="797">Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·</l><l n="798">καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,</l><l n="799">αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="800">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="801">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="802">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="803">ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="804"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="805">βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.</l><l n="806">ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο</l><l n="807">ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε</l><l n="808">ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,</l><l n="809">ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε</l><l n="810">διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ</l><l n="811">σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς</l><l n="812">ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο</l><l n="813">αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.</l><l n="814">τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,</l><l n="815">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="816">ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="817">ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="818">ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.</l><l n="819">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,</l><l n="820">ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,</l><l n="821">ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;</l></q><milestone ed="p" n="822" unit="card"/><l n="822"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·</l><q><l n="823">οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν</l><l n="824">ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.</l><l n="825">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="826">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε</l><l n="827">χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.</l><l n="828">ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,</l><l n="829">μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν</l><l n="830">νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε</l><l n="831">ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,</l><l n="832">ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.</l><l n="833">ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων</l><l n="834">τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα</l><l n="835">χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος</l><l n="836">κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.</l></q><l n="837"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="838">πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;</l><l n="839">ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω</l><l n="840">ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·</l><l n="841">ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.</l></q><l n="842"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν</l><l n="843">ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.</l><l n="844">ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ</l><l n="845">ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν</l><l n="846">νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν</l><l n="847">χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας</l><l n="848">ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.</l></div><div type="textpart" subtype="Book" n="12"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="2">ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο</l><l n="3">Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε</l><l n="4">τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν</l><l n="5">εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="6">ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·</l><l n="7">ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν</l><l n="8">ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο</l><l n="9">ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.</l><l n="10">ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς</l><l n="11">καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,</l><l n="12">τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.</l><l n="13">αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,</l><l n="14">πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,</l><l n="15">πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,</l><l n="16">Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,</l><l n="17">δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων</l><l n="18">τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.</l><l n="19">ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,</l><l n="20">Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε</l><l n="21">Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος</l><l n="22">καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι</l><l n="23">κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·</l><l n="24">τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,</l><l n="25">ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς</l><l n="26">συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.</l><l n="27">αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν</l></div></div></body></text></TEI>