σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον. Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων. ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα. ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες; τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων