ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι· σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον. Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·