<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="778">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,</l><l n="779">ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.</l><milestone ed="p" n="780" unit="card"/><l n="780">αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="781">ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·</l><l n="782">σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.</l><l n="783">Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ</l><l n="784">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·</l><l n="785">σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·</l><q><l n="786">τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,</l><l n="787">πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.</l><l n="788">ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι</l><l n="789">καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.</l></q><l n="790">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="791">ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.</l><l n="792">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις</l><l n="793">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><l n="794">εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει</l><l n="795">καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="796">ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω</l><l n="797">Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·</l><l n="798">καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,</l><l n="799">αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="800">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="801">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="802">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="803">ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="804"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="805">βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.</l><l n="806">ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο</l><l n="807">ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε</l><l n="808">ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,</l><l n="809">ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε</l></div></div></body></text></TEI>