<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="758">κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.</l><l n="759">ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ</l><l n="760">ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,</l><l n="761">πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.</l><l n="762">ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="763">οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω</l><l n="764">πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.</l><l n="765">ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν</l><l n="766">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,</l><l n="767">νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="768">πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.</l><l n="769">Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας</l><l n="770">λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.</l><l n="771">ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον</l><l n="772">ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς</l><l n="773">πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ</l><l n="774">αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον</l><l n="775">σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.</l><l n="776">σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα</l><l n="777">στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,</l><l n="778">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,</l><l n="779">ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.</l><milestone ed="p" n="780" unit="card"/><l n="780">αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="781">ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·</l><l n="782">σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.</l><l n="783">Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ</l><l n="784">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·</l><l n="785">σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·</l><q><l n="786">τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,</l><l n="787">πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.</l><l n="788">ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι</l><l n="789">καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.</l></q></q></div></div></body></text></TEI>