<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="730">δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="731">καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος</l><l n="732">ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="733">ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·</l><l n="734">ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·</l><l n="735">εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,</l><l n="736">συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.</l><milestone ed="p" n="737" unit="card"/><l n="737">ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,</l><l n="738">πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,</l><l n="739">Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,</l><l n="740">πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,</l><l n="741">ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.</l><l n="742">τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,</l><l n="743">ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας</l><l n="744">στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="745">ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα</l><l n="746">ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="747">αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,</l><l n="748">πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον</l><l n="749">φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="750">καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,</l><l n="751">εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων</l><l n="752">ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.</l><l n="753">ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·</l><l n="754">τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο</l><l n="755">κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,</l><l n="756">ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους</l><l n="757">πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη</l><l n="758">κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.</l><l n="759">ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ</l><l n="760">ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,</l><l n="761">πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.</l><l n="762">ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="763">οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω</l><l n="764">πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.</l><l n="765">ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν</l><l n="766">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,</l><l n="767">νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="768">πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.</l><l n="769">Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας</l><l n="770">λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.</l><l n="771">ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον</l><l n="772">ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς</l><l n="773">πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ</l><l n="774">αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον</l><l n="775">σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.</l><l n="776">σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα</l><l n="777">στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,</l><l n="778">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,</l><l n="779">ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.</l><milestone ed="p" n="780" unit="card"/><l n="780">αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="781">ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·</l></q></div></div></body></text></TEI>