<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="726">ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.</l><l n="727">ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,</l><l n="728">ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,</l><l n="729">αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,</l><l n="730">δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="731">καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος</l><l n="732">ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="733">ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·</l><l n="734">ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·</l><l n="735">εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,</l><l n="736">συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.</l><milestone ed="p" n="737" unit="card"/><l n="737">ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,</l><l n="738">πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,</l><l n="739">Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,</l><l n="740">πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,</l><l n="741">ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.</l><l n="742">τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,</l><l n="743">ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας</l><l n="744">στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="745">ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα</l><l n="746">ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="747">αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,</l><l n="748">πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον</l><l n="749">φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="750">καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,</l><l n="751">εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων</l><l n="752">ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.</l><l n="753">ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·</l><l n="754">τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο</l><l n="755">κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,</l><l n="756">ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους</l><l n="757">πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη</l></q></div></div></body></text></TEI>