ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη