<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="678">πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,</l><l n="679">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,</l><l n="680">ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα</l><l n="681">πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.</l><l n="682">καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω</l><l n="683">ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,</l><l n="684">οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.</l><l n="685">κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="686">τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·</l><l n="687">οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες</l><l n="688">δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,</l><l n="689">ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·</l><l n="690">ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη</l><l n="691">τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·</l><l n="692">δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·</l><l n="693">τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.</l><l n="694">ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες</l><l n="695">ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.</l><milestone ed="p" n="696" unit="card"/><l n="696">ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν</l><l n="697">εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="698">καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ</l><l n="699">τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν</l><l n="700">ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον</l><l n="701">θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας</l><l n="702">κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.</l><l n="703">τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων</l><l n="704">ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε</l><l n="705">δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.</l><l n="706">ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ</l><l n="707">ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες</l><l n="708">ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι</l><l n="709">πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο</l><l n="710">παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.</l><l n="711">ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη</l><l n="712">τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·</l><l n="713">τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.</l><l n="714">ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη</l><l n="715">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="716">ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν</l><l n="717">ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς</l><l n="718">εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·</l><l n="719">οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.</l><l n="720">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι</l><l n="721">καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.</l><l n="722">ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων</l><l n="723">ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν</l><l n="724">ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.</l><l n="725">ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες</l><l n="726">ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.</l><l n="727">ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,</l><l n="728">ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,</l><l n="729">αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,</l></q></div></div></body></text></TEI>