εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας. καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων. τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν. ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται. ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς