<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l><l n="662">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·</l><l n="663">τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο</l><l n="664">ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="665">ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.</l><l n="666">ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης</l><l n="667">Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,</l><l n="668">αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς</l><l n="669">ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.</l><l n="670">εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη</l><l n="671">ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη</l><l n="672">ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα</l><l n="673">ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,</l><l n="674">ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν</l><l n="675">ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,</l><l n="676">κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.</l><l n="677">ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν</l><l n="678">πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,</l><l n="679">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,</l><l n="680">ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα</l><l n="681">πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.</l><l n="682">καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω</l><l n="683">ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,</l><l n="684">οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.</l><l n="685">κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="686">τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·</l><l n="687">οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες</l><l n="688">δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,</l><l n="689">ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·</l><l n="690">ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη</l><l n="691">τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·</l><l n="692">δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·</l><l n="693">τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.</l><l n="694">ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες</l><l n="695">ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.</l><milestone ed="p" n="696" unit="card"/><l n="696">ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν</l><l n="697">εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="698">καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ</l><l n="699">τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν</l><l n="700">ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον</l><l n="701">θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας</l><l n="702">κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.</l><l n="703">τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων</l><l n="704">ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε</l><l n="705">δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.</l><l n="706">ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ</l><l n="707">ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες</l><l n="708">ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι</l><l n="709">πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο</l><l n="710">παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.</l><l n="711">ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη</l><l n="712">τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·</l><l n="713">τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.</l><l n="714">ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη</l><l n="715">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="716">ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν</l><l n="717">ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς</l><l n="718">εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·</l><l n="719">οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.</l><l n="720">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι</l><l n="721">καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.</l><l n="722">ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων</l><l n="723">ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν</l><l n="724">ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.</l><l n="725">ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες</l><l n="726">ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.</l><l n="727">ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,</l><l n="728">ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,</l><l n="729">αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,</l><l n="730">δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="731">καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος</l><l n="732">ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="733">ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·</l><l n="734">ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·</l><l n="735">εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,</l><l n="736">συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.</l><milestone ed="p" n="737" unit="card"/><l n="737">ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,</l><l n="738">πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,</l><l n="739">Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,</l><l n="740">πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,</l><l n="741">ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.</l><l n="742">τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,</l><l n="743">ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας</l><l n="744">στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="745">ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα</l><l n="746">ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι.</l><l n="747">αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος,</l><l n="748">πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον</l><l n="749">φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες.</l><l n="750">καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα,</l><l n="751">εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων</l><l n="752">ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ.</l><l n="753">ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε·</l><l n="754">τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο</l><l n="755">κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες,</l><l n="756">ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους</l><l n="757">πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη</l><l n="758">κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη.</l><l n="759">ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ</l><l n="760">ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους,</l><l n="761">πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.</l><l n="762">ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="763">οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω</l><l n="764">πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται.</l><l n="765">ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν</l><l n="766">ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε,</l><l n="767">νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς</l><l n="768">πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε.</l><l n="769">Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας</l><l n="770">λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν.</l><l n="771">ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον</l><l n="772">ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς</l><l n="773">πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ</l><l n="774">αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον</l><l n="775">σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι.</l><l n="776">σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα</l><l n="777">στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς,</l><l n="778">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε,</l><l n="779">ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν.</l><milestone ed="p" n="780" unit="card"/><l n="780">αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος,</l><l n="781">ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι·</l><l n="782">σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον.</l><l n="783">Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ</l><l n="784">αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων·</l><l n="785">σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός·</l><q><l n="786">τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς,</l><l n="787">πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων.</l><l n="788">ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι</l><l n="789">καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ.</l></q><l n="790">ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν</l><l n="791">ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται.</l><l n="792">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις</l><l n="793">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><l n="794">εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει</l><l n="795">καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l><l n="796">ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω</l><l n="797">Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι·</l><l n="798">καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι,</l><l n="799">αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο</l><l n="800">Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν</l><l n="801">τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.</l><l n="802">ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ</l><l n="803">ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="804"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε,</l><l n="805">βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα.</l><l n="806">ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο</l><l n="807">ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε</l><l n="808">ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί,</l><l n="809">ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε</l><l n="810">διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ</l><l n="811">σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς</l><l n="812">ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο</l><l n="813">αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν.</l><l n="814">τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός,</l><l n="815">καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="816">ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες</l><l n="817">ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης</l><l n="818">ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ.</l><l n="819">ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως,</l><l n="820">ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί,</l><l n="821">ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες;</l></q><milestone ed="p" n="822" unit="card"/><l n="822"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα·</l><q><l n="823">οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν</l><l n="824">ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται.</l><l n="825">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="826">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε</l><l n="827">χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν.</l><l n="828">ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν,</l><l n="829">μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν</l><l n="830">νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε</l><l n="831">ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι,</l><l n="832">ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων.</l><l n="833">ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων</l><l n="834">τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα</l><l n="835">χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος</l><l n="836">κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα.</l></q><l n="837"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="838">πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως;</l><l n="839">ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω</l><l n="840">ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν·</l><l n="841">ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο.</l></q><l n="842"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν</l><l n="843">ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας.</l><l n="844">ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ</l><l n="845">ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν</l><l n="846">νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν</l><l n="847">χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας</l><l n="848">ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα.</l></div><div type="textpart" subtype="Book" n="12"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς ὃ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς</l><l n="2">ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἳ δὲ μάχοντο</l><l n="3">Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδόν· οὐδʼ ἄρʼ ἔμελλε</l><l n="4">τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν</l><l n="5">εὐρύ, τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="6">ἤλασαν· οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας·</l><l n="7">ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν</l><l n="8">ἐντὸς ἔχον ῥύοιτο· θεῶν δʼ ἀέκητι τέτυκτο</l><l n="9">ἀθανάτων· τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ἦεν.</l><l n="10">ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς</l><l n="11">καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν,</l><l n="12">τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.</l><l n="13">αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι,</l><l n="14">πολλοὶ δʼ Ἀργείων οἳ μὲν δάμεν, οἳ δὲ λίποντο,</l><l n="15">πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ,</l><l n="16">Ἀργεῖοι δʼ ἐν νηυσὶ φίλην ἐς πατρίδʼ ἔβησαν,</l><l n="17">δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων</l><l n="18">τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.</l><l n="19">ὅσσοι ἀπʼ Ἰδαίων ὀρέων ἅλα δὲ προρέουσι,</l><l n="20">Ῥῆσός θʼ Ἑπτάπορός τε Κάρησός τε Ῥοδίος τε</l><l n="21">Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος</l><l n="22">καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι</l><l n="23">κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν·</l><l n="24">τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων,</l><l n="25">ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς</l><l n="26">συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη.</l><l n="27">αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν</l><l n="28">ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε</l><l n="29">φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί,</l><l n="30">λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον,</l><l n="31">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε</l><l n="32">τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι</l><l n="33">κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων</l><l n="35">θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει</l><l n="36">τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων</l><l n="37">βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες</l><l n="38">νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο</l><l n="39">Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο·</l><l n="40">αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·</l><l n="41">ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι καὶ ἀνδράσι θηρευτῇσι</l><l n="42">κάπριος ἠὲ λέων στρέφεται σθένεϊ βλεμεαίνων·</l><l n="43">οἳ δέ τε πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες</l><l n="44">ἀντίον ἵστανται καὶ ἀκοντίζουσι θαμειὰς</l><l n="45">αἰχμὰς ἐκ χειρῶν· τοῦ δʼ οὔ ποτε κυδάλιμον κῆρ</l><l n="46">ταρβεῖ οὐδὲ φοβεῖται, ἀγηνορίη δέ μιν ἔκτα·</l><l n="47">ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων·</l><l n="48">ὅππῃ τʼ ἰθύσῃ τῇ εἴκουσι στίχες ἀνδρῶν·</l><l n="49">ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἑταίρους</l><l n="50">τάφρον ἐποτρύνων διαβαινέμεν· οὐδέ οἱ ἵπποι</l><l n="51">τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ</l><l n="52">χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος</l><l n="53">εὐρεῖʼ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι</l><l n="54">ῥηϊδίη· κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν</l><l n="55">ἕστασαν ἀμφοτέρωθεν, ὕπερθεν δὲ σκολόπεσσιν</l><l n="56">ὀξέσιν ἠρήρει, τοὺς ἵστασαν υἷες Ἀχαιῶν</l><l n="57">πυκνοὺς καὶ μεγάλους δηΐων ἀνδρῶν ἀλεωρήν.</l><l n="58">ἔνθʼ οὔ κεν ῥέα ἵππος ἐΰτροχον ἅρμα τιταίνων</l><l n="59">ἐσβαίη, πεζοὶ δὲ μενοίνεον εἰ τελέουσι.</l><l n="60">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="61">Ἕκτορ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων</l><l n="62">ἀφραδέως διὰ τάφρον ἐλαύνομεν ὠκέας ἵππους·</l><l n="63">ἣ δὲ μάλʼ ἀργαλέη περάαν· σκόλοπες γὰρ ἐν αὐτῇ</l><l n="64">ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν,</l><l n="65">ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι</l><l n="66">ἱππεῦσι· στεῖνος γάρ, ὅθι τρώσεσθαι ὀΐω.</l><l n="67">εἰ μὲν γὰρ τοὺς πάγχυ κακὰ φρονέων ἀλαπάζει</l><l n="68">Ζεὺς ὑψιβρεμέτης, Τρώεσσι δὲ ἵετʼ ἀρήγειν,</l><l n="69">ἦ τʼ ἂν ἔγωγʼ ἐθέλοιμι καὶ αὐτίκα τοῦτο γενέσθαι,</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς·</l><l n="71">εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται</l><l n="72">ἐκ νηῶν καὶ τάφρῳ ἐνιπλήξωμεν ὀρυκτῇ,</l><l n="73">οὐκέτʼ ἔπειτʼ ὀΐω οὐδʼ ἄγγελον ἀπονέεσθαι</l><l n="74">ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.</l><l n="75">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·</l><l n="76">ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπὶ τάφρῳ,</l><l n="77">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="78">Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες· αὐτὰρ Ἀχαιοὶ</l><l n="79">οὐ μενέουσʼ εἰ δή σφιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l><milestone ed="p" n="80" unit="card"/></q><l n="80"><milestone ed="P" unit="para"/>ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων,</l><l n="81">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.</l><l n="82">οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο,</l><l n="83">ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον.</l><l n="84">ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="85">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ·</l><l n="86">οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες</l><l n="87">πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο.</l><l n="88"><milestone ed="P" unit="para"/>οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι,</l><l n="89">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="90">τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.</l><l n="91">καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν</l><l n="92">ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ.</l><l n="93">τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ,</l><l n="94">τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς</l><l n="95">υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως</l><l n="96">Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι</l><l n="97">αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="98">τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο</l><l n="99">Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε</l><l n="100">Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.</l><l n="101">Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων,</l><l n="102">πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον·</l><l n="103">οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι</l><l n="104">τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων.</l><l n="105">οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι</l><l n="106">βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο</l><l n="107">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.</l><milestone ed="p" n="108" unit="card"/><l n="108"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="109">βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο·</l><l n="110">ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν</l><l n="111">αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα,</l><l n="112">ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι</l><l n="113">νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας</l><l n="114">ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν</l><l n="115">ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·</l><l n="116">πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν</l><l n="117">ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο.</l><l n="118">εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ</l><l n="119">ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι·</l><l n="120">τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν</l><l n="121">εὗρʼ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα,</l><l n="122">ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τινʼ ἑταίρων</l><l n="123">ἐκ πολέμου φεύγοντα σαώσειαν μετὰ νῆας.</l><l n="124">τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο</l><l n="125">ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς</l><l n="126">σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι</l><l n="127">νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους</l><l n="128">υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων,</l><l n="129">τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην,</l><l n="130">τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="131">τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων</l><l n="132">ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι,</l><l n="133">αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα</l><l n="134">ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι·</l><l n="135">ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι</l><l n="136">μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο.</l><l n="137">οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας</l><l n="138">ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ</l><l n="139">Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="140">Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.</l><l n="141">οἳ δʼ ἤτοι εἷος μὲν ἐϋκνήμιδας Ἀχαιοὺς</l><l n="142">ὄρνυον ἔνδον ἐόντες ἀμύνεσθαι περὶ νηῶν·</l><l n="143">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησαν</l><l n="144">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="145">ἐκ δὲ τὼ ἀΐξαντε πυλάων πρόσθε μαχέσθην</l><l n="146">ἀγροτέροισι σύεσσιν ἐοικότε, τώ τʼ ἐν ὄρεσσιν</l><l n="147">ἀνδρῶν ἠδὲ κυνῶν δέχαται κολοσυρτὸν ἰόντα,</l><l n="148">δοχμώ τʼ ἀΐσσοντε περὶ σφίσιν ἄγνυτον ὕλην</l><l n="149">πρυμνὴν ἐκτάμνοντες, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="150">γίγνεται εἰς ὅ κέ τίς τε βαλὼν ἐκ θυμὸν ἕληται·</l><l n="151">ὣς τῶν κόμπει χαλκὸς ἐπὶ στήθεσσι φαεινὸς</l><l n="152">ἄντην βαλλομένων· μάλα γὰρ κρατερῶς ἐμάχοντο</l><l n="153">λαοῖσιν καθύπερθε πεποιθότες ἠδὲ βίηφιν.</l><milestone ed="p" n="153" unit="card"/><l n="154">οἳ δʼ ἄρα χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων</l><l n="155">βάλλον ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων</l><l n="156">νηῶν τʼ ὠκυπόρων· νιφάδες δʼ ὡς πῖπτον ἔραζε,</l><l n="157">ἅς τʼ ἄνεμος ζαὴς νέφεα σκιόεντα δονήσας</l><l n="158">ταρφειὰς κατέχευεν ἐπὶ χθονὶ πουλυβοτείρῃ·</l><l n="159">ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον ἠμὲν Ἀχαιῶν</l><l n="160">ἠδὲ καὶ ἐκ Τρώων· κόρυθες δʼ ἀμφʼ αὖον ἀΰτευν</l><l n="161">βαλλομένων μυλάκεσσι καὶ ἀσπίδες ὀμφαλόεσσαι.</l><l n="162">δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="163">Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα·</l><q><l n="164">Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο</l><l n="165">πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς</l><l n="166">σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους.</l><l n="167">οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι</l><l n="168">οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ,</l><l n="169">οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες</l><l n="170">ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων,</l><l n="171">ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε</l><l n="172">χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι.</l></q><l n="173"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων·</l><l n="174">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="175"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν·</l><l n="176">ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι·</l><l n="177">πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ</l><l n="178">λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ</l><l n="179">νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν</l><l n="180">πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.</l><l n="181">σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα.</l><l n="182"><milestone ed="P" unit="para"/>ἔνθʼ αὖ Πειριθόου υἱὸς κρατερὸς Πολυποίτης</l><l n="183">δουρὶ βάλεν Δάμασον κυνέης διὰ χαλκοπαρῄου·</l><l n="184">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διὰ πρὸ</l><l n="185">αἰχμὴ χαλκείη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="186">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα·</l><l n="187">αὐτὰρ ἔπειτα Πύλωνα καὶ Ὄρμενον ἐξενάριξεν.</l><l n="188">υἱὸν δʼ Ἀντιμάχοιο Λεοντεὺς ὄζος Ἄρηος</l><l n="189">Ἱππόμαχον βάλε δουρὶ κατὰ ζωστῆρα τυχήσας.</l><l n="190">αὖτις δʼ ἐκ κολεοῖο ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="191">Ἀντιφάτην μὲν πρῶτον ἐπαΐξας διʼ ὁμίλου</l><l n="192">πλῆξʼ αὐτοσχεδίην· ὃ δʼ ἄρʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="193">αὐτὰρ ἔπειτα Μένωνα καὶ Ἰαμενὸν καὶ Ὀρέστην</l><l n="194">πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.</l><milestone ed="p" n="195" unit="card"/><l n="195"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα,</l><l n="196">τόφρʼ οἳ Πουλυδάμαντι καὶ Ἕκτορι κοῦροι ἕποντο,</l><l n="197">οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα</l><l n="198">τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας,</l><l n="199">οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ.</l><l n="200">ὄρνις γάρ σφιν ἐπῆλθε περησέμεναι μεμαῶσιν</l><l n="201">αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων</l><l n="202">φοινήεντα δράκοντα φέρων ὀνύχεσσι πέλωρον</l><l n="203">ζωὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔ πω λήθετο χάρμης,</l><l n="204">κόψε γὰρ αὐτὸν ἔχοντα κατὰ στῆθος παρὰ δειρὴν</l><l n="205">ἰδνωθεὶς ὀπίσω· ὃ δʼ ἀπὸ ἕθεν ἧκε χαμᾶζε</l><l n="206">ἀλγήσας ὀδύνῃσι, μέσῳ δʼ ἐνὶ κάββαλʼ ὁμίλῳ,</l><l n="207">αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο.</l><l n="208">Τρῶες δʼ ἐρρίγησαν ὅπως ἴδον αἰόλον ὄφιν</l><l n="209">κείμενον ἐν μέσσοισι Διὸς τέρας αἰγιόχοιο.</l><l n="210">δὴ τότε Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς·</l><q><l n="211">Ἕκτορ ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν</l><l n="212">ἐσθλὰ φραζομένῳ, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικε</l><l n="213">δῆμον ἐόντα παρὲξ ἀγορευέμεν, οὔτʼ ἐνὶ βουλῇ</l></q></div></div></body></text></TEI>