ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ. εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων· βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.