<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="64">ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,</l><l n="65">ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ</l><l n="66">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="67"><milestone ed="P" unit="para"/>οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν</l><l n="68">ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν</l><l n="69">πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·</l><l n="70">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="71">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="72">ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς</l><l n="73">θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·</l><l n="74">οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,</l><l n="75">οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι</l><l n="76">σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ</l><l n="77">δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.</l><l n="78">πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα</l><l n="79">οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.</l></div></div></body></text></TEI>