ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε, πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ. τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε. Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον· οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ. εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων· βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας. καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων. τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν. ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν. ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται. ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν. ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι. σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς, ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε, ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν. αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι· σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον. Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων. ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα. ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες; τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,