<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="626">θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ</l><l n="627">ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.</l><l n="628">ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν</l><l n="629">καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς</l><l n="630">χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,</l><l n="631">ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,</l><l n="632">πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,</l><l n="633">χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ</l><l n="634">τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον</l><l n="635">χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.</l><l n="636">ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης</l><l n="637">πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.</l><l n="638">ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν</l><l n="639">οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l n="640">κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,</l><l n="641">πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.</l><l n="642">τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν</l><l n="643">μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,</l><l n="644">Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.</l><l n="645">τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,</l><l n="646">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.</l><l n="647">Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·</l><q><l n="648">οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.</l><l n="649">αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι</l><l n="650">ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς</l><l n="651">γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="652">νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.</l><l n="653">εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος</l><l n="654">δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.</l><milestone ed="p" n="655" unit="card"/></q><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l><l n="662">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·</l><l n="663">τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο</l><l n="664">ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="665">ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.</l><l n="666">ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης</l><l n="667">Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,</l><l n="668">αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς</l><l n="669">ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.</l><l n="670">εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη</l><l n="671">ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη</l><l n="672">ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα</l><l n="673">ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,</l><l n="674">ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν</l><l n="675">ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,</l><l n="676">κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.</l><l n="677">ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν</l></q></div></div></body></text></TEI>