<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="598">ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="599">τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="600">ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ</l><l n="601">εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.</l><l n="602">αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε</l><l n="603">φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας</l><l n="604">ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.</l><l n="605">τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="606">τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;</l></q><l n="607">τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="608">δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="609">νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς</l><l n="610">λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l><l n="611">ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο</l><l n="612">ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·</l><l n="613">ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε</l><l n="614">τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·</l><l n="615">ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.</l><milestone ed="p" n="616" unit="card"/></q><l n="616"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="617">βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.</l><l n="618"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,</l><l n="619">αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,</l><l n="620">ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος</l><l n="621">ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων</l><l n="622">στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα</l><l n="623">ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.</l><l n="624">τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,</l><l n="625">τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,</l><l n="626">θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ</l><l n="627">ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.</l><l n="628">ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν</l><l n="629">καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς</l><l n="630">χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,</l><l n="631">ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,</l><l n="632">πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,</l><l n="633">χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ</l><l n="634">τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον</l><l n="635">χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.</l><l n="636">ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης</l><l n="637">πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.</l><l n="638">ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν</l><l n="639">οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l n="640">κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,</l><l n="641">πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.</l><l n="642">τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν</l><l n="643">μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,</l><l n="644">Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.</l><l n="645">τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,</l><l n="646">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.</l><l n="647">Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·</l><q><l n="648">οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.</l><l n="649">αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι</l><l n="650">ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς</l><l n="651">γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="652">νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.</l><l n="653">εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος</l><l n="654">δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.</l><milestone ed="p" n="655" unit="card"/></q><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l></q></div></div></body></text></TEI>