<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="594">δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.</l><l n="595">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><l n="596"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="597">Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι</l><l n="598">ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="599">τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="600">ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ</l><l n="601">εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.</l><l n="602">αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε</l><l n="603">φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας</l><l n="604">ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.</l><l n="605">τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="606">τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;</l></q><l n="607">τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="608">δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="609">νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς</l><l n="610">λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l><l n="611">ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο</l><l n="612">ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·</l><l n="613">ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε</l><l n="614">τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·</l><l n="615">ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.</l><milestone ed="p" n="616" unit="card"/></q><l n="616"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="617">βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.</l><l n="618"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,</l><l n="619">αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,</l><l n="620">ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος</l><l n="621">ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων</l><l n="622">στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα</l><l n="623">ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.</l><l n="624">τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,</l><l n="625">τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,</l><l n="626">θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ</l><l n="627">ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.</l><l n="628">ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν</l><l n="629">καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς</l><l n="630">χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,</l><l n="631">ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,</l><l n="632">πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,</l><l n="633">χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ</l><l n="634">τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον</l><l n="635">χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.</l><l n="636">ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης</l><l n="637">πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.</l><l n="638">ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν</l><l n="639">οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l n="640">κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,</l><l n="641">πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.</l><l n="642">τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν</l><l n="643">μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,</l><l n="644">Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.</l><l n="645">τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,</l><l n="646">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.</l><l n="647">Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·</l><q><l n="648">οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.</l><l n="649">αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι</l><l n="650">ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς</l><l n="651">γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="652">νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.</l><l n="653">εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος</l><l n="654">δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.</l><milestone ed="p" n="655" unit="card"/></q><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l><l n="662">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·</l><l n="663">τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο</l><l n="664">ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="665">ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.</l><l n="666">ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης</l><l n="667">Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,</l><l n="668">αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς</l><l n="669">ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.</l><l n="670">εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη</l><l n="671">ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη</l><l n="672">ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα</l><l n="673">ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,</l><l n="674">ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν</l><l n="675">ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,</l><l n="676">κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.</l><l n="677">ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν</l><l n="678">πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,</l><l n="679">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,</l><l n="680">ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα</l><l n="681">πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.</l><l n="682">καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω</l><l n="683">ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,</l><l n="684">οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.</l><l n="685">κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="686">τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·</l><l n="687">οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες</l></q></div></div></body></text></TEI>