ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή. τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο· ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,