καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ, κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς· ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.