<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="533">ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="534">στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="535">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="536">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="537">αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον</l><l n="538">ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν</l><l n="539">ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.</l><l n="540">αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="541">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="542">Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.</l><l n="544"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·</l><l n="545">στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,</l><l n="546">τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς</l><l n="547">ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.</l><l n="548">ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο</l><l n="549">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,</l><l n="550">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="551">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="552">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="553">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν</l><l n="554">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="555">ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="556">ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ</l><l n="557">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.</l><l n="558">ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας</l><l n="559">νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,</l><l n="560">κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες</l><l n="561">τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·</l><l n="562">σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·</l><l n="563">ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν</l><l n="564">Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι</l><l n="565">νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.</l><l n="566">Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς</l><l n="567">αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας</l><l n="568">Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.</l><l n="569">πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,</l><l n="570">αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ</l><l n="571">ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="572">ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,</l><l n="573">πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,</l><l n="574">ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</l><milestone ed="p" n="575" unit="card"/><l n="575"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς</l><l n="576">Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι,</l><l n="577">στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ,</l><l n="578">καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν</l><l n="579">ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν·</l><l n="580">Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων.</l><l n="581">τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς</l><l n="582">τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον</l><l n="583">ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ</l><l n="584">δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν.</l><l n="585">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων,</l><l n="586">ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·</l><q><l n="587">ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="588">στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ</l><l n="589">Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι</l><l n="590">φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην</l><l n="591">ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν.</l></q><l n="592"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν</l><l n="593">πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες</l><l n="594">δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας.</l><l n="595">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><l n="596"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο·</l><l n="597">Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι</l><l n="598">ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="599">τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·</l><l n="600">ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ</l><l n="601">εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.</l><l n="602">αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε</l><l n="603">φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας</l><l n="604">ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή.</l><l n="605">τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός·</l><q><l n="606">τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο;</l></q><l n="607">τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="608">δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ</l><l n="609">νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς</l><l n="610">λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός.</l><l n="611">ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο</l><l n="612">ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο·</l><l n="613">ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε</l><l n="614">τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός·</l><l n="615">ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι.</l><milestone ed="p" n="616" unit="card"/></q><l n="616"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="617">βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν.</l><l n="618"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο,</l><l n="619">αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν,</l><l n="620">ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος</l><l n="621">ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων</l><l n="622">στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα</l><l n="623">ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον.</l><l n="624">τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη,</l><l n="625">τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς,</l><l n="626">θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ</l><l n="627">ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων.</l><l n="628">ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν</l><l n="629">καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς</l><l n="630">χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον,</l><l n="631">ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν,</l><l n="632">πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός,</l><l n="633">χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ</l><l n="634">τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον</l><l n="635">χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν.</l><l n="636">ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης</l><l n="637">πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν.</l><l n="638">ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν</l><l n="639">οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν</l><l n="640">κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε,</l><l n="641">πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ.</l><l n="642">τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν</l><l n="643">μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες,</l><l n="644">Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς.</l><l n="645">τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ,</l><l n="646">ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε.</l><l n="647">Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον·</l><q><l n="648">οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις.</l><l n="649">αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι</l><l n="650">ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς</l><l n="651">γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν.</l><l n="652">νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ.</l><l n="653">εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος</l><l n="654">δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο.</l><milestone ed="p" n="655" unit="card"/></q><l n="655"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="656">τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν,</l><l n="657">ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε</l><l n="658">πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι</l><l n="659">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="660">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="661">οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων·</l><l n="662">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ·</l><l n="663">τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο</l><l n="664">ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς</l><l n="665">ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει.</l><l n="666">ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης</l><l n="667">Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,</l><l n="668">αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς</l><l n="669">ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.</l><l n="670">εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη</l><l n="671">ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη</l><l n="672">ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα</l><l n="673">ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,</l><l n="674">ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν</l><l n="675">ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι,</l><l n="676">κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.</l><l n="677">ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν</l><l n="678">πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,</l><l n="679">τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν,</l><l n="680">ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα</l><l n="681">πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.</l><l n="682">καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω</l><l n="683">ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,</l><l n="684">οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.</l><l n="685">κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι</l><l n="686">τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ·</l><l n="687">οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες</l><l n="688">δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,</l><l n="689">ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·</l><l n="690">ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη</l><l n="691">τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι·</l><l n="692">δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·</l><l n="693">τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο.</l><l n="694">ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες</l><l n="695">ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο.</l><milestone ed="p" n="696" unit="card"/><l n="696">ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν</l><l n="697">εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας.</l><l n="698">καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ</l><l n="699">τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν</l><l n="700">ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον</l><l n="701">θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας</l><l n="702">κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων.</l><l n="703">τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων</l><l n="704">ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε</l><l n="705">δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης.</l><l n="706">ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ</l><l n="707">ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες</l><l n="708">ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι</l><l n="709">πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο</l><l n="710">παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς.</l><l n="711">ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη</l><l n="712">τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος·</l><l n="713">τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες.</l><l n="714">ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη</l><l n="715">ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι</l><l n="716">ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν</l><l n="717">ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς</l><l n="718">εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους·</l><l n="719">οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα.</l><l n="720">ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι</l><l n="721">καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.</l><l n="722">ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων</l><l n="723">ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν</l><l n="724">ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν.</l><l n="725">ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες</l><l n="726">ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο.</l><l n="727">ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά,</l><l n="728">ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι,</l><l n="729">αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην,</l><l n="730">δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι,</l><l n="731">καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος</l><l n="732">ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ</l><l n="733">ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες·</l><l n="734">ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος·</l><l n="735">εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης,</l><l n="736">συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ.</l><milestone ed="p" n="737" unit="card"/><l n="737">ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος,</l><l n="738">πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους,</l><l n="739">Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο,</l><l n="740">πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην,</l><l n="741">ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.</l><l n="742">τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί,</l></q></div></div></body></text></TEI>