<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="521"><milestone ed="P" unit="para"/>Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν</l><l n="522">Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="523">Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν</l><l n="524">ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι</l><l n="525">Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.</l><l n="526">Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·</l><l n="527">εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς</l><l n="528">κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα</l><l n="529">ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες</l><l n="530">ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.</l><milestone ed="p" n="531" unit="card"/></q><l n="531"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους</l><l n="532">μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες</l><l n="533">ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="534">στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="535">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="536">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="537">αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον</l><l n="538">ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν</l><l n="539">ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.</l><l n="540">αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="541">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="542">Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.</l><l n="544"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·</l><l n="545">στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,</l><l n="546">τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς</l><l n="547">ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.</l><l n="548">ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο</l><l n="549">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,</l><l n="550">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="551">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="552">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="553">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν</l><l n="554">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="555">ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="556">ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ</l><l n="557">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.</l><l n="558">ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας</l><l n="559">νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,</l><l n="560">κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες</l><l n="561">τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·</l><l n="562">σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·</l><l n="563">ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν</l><l n="564">Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι</l><l n="565">νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.</l><l n="566">Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς</l><l n="567">αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας</l><l n="568">Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.</l><l n="569">πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,</l><l n="570">αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ</l><l n="571">ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="572">ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω,</l><l n="573">πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,</l></div></div></body></text></TEI>