Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν. ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο. Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε· στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ, κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς· ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν,