<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="50">ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.</l><l n="51">φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,</l><l n="52">ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν</l><l n="53">ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας</l><l n="54">αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε</l><l n="55">πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.</l><l n="56"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο</l><l n="57">Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα</l><l n="58">Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,</l><l n="59">τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον</l><l n="60">ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.</l><l n="61">Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="62">οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ</l><l n="63">παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,</l><l n="64">ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,</l><l n="65">ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ</l><l n="66">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="67"><milestone ed="P" unit="para"/>οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν</l><l n="68">ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν</l><l n="69">πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·</l><l n="70">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="71">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="72">ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς</l><l n="73">θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·</l><l n="74">οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,</l><l n="75">οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι</l><l n="76">σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ</l><l n="77">δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.</l><l n="78">πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα</l><l n="79">οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="80">τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς</l><l n="81">τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων</l><l n="82">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν</l><l n="83">χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.</l><l n="84"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><milestone ed="p" n="84" unit="card"/><l n="85">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός·</l><l n="86">ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον</l><l n="87">οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας</l><l n="88">τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν,</l><l n="89">σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ,</l><l n="90">τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας</l><l n="91">κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων</l><l n="92">πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν</l><l n="93">αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον.</l><l n="94">ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη·</l><l n="95">τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ</l><l n="96">νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια,</l><l n="97">ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ</l><l n="98">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="99">καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="100">στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας·</l><l n="101">αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων</l><l n="102">υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω</l><l n="103">εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν,</l><l n="104">Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς</l><l n="105">Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι,</l><l n="106">ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων.</l><l n="107">δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί,</l><l n="109">Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων.</l><l n="110">σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ</l><l n="111">γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν</l><l n="112">εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς.</l><l n="113">ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα</l><l n="114">ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν</l><l n="115">ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα·</l><l n="116">ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι</l><l n="117">χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει·</l><l n="118">καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην</l><l n="119">σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς·</l><l n="120">ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον</l><l n="121">Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο.</l><milestone ed="p" n="122" unit="card"/><l n="122"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην</l><l n="123">υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα</l><l n="124">χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα</l><l n="125">οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ,</l><l n="126">τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων</l><l n="127">εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους·</l><l n="128">ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="129">τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς</l><l n="130">Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην·</l><q><l n="131">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="132">πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται</l><l n="133">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="134">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα,</l><l n="135">εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα</l><l n="137">μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν·</l><q><l n="138">εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν,</l><l n="139">ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν</l><l n="140">ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ</l><l n="141">αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς,</l><l n="142">νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην.</l></q><l n="143"><milestone ed="P" unit="para"/>ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε</l><l n="144">δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη.</l><l n="145">Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε</l><l n="146">χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας,</l><l n="147">ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου.</l><l n="148">τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες,</l><l n="149">τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί.</l><l n="150">πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ,</l><l n="151">ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη</l><l n="152">ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων</l><l n="153">χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων</l><l n="154">αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων.</l><l n="155">ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ,</l><l n="156">πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι</l><l n="157">πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·</l><l n="158">ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα</l><l n="159">Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι</l><l n="160">κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας</l><l n="161">ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ</l><l n="162">κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν.</l><milestone ed="p" n="163" unit="card"/><l n="163"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης</l><l n="164">ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ·</l><l n="165">Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων.</l><l n="166">οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο</l><l n="167">μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο</l><l n="168">ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ</l><l n="169">Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l><l n="170">ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο,</l><l n="171">ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον.</l><l n="172">οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς,</l><l n="173">ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ</l><l n="174">πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος·</l><l n="175">τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι</l><l n="176">πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει·</l><l n="177">ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων</l><l n="178">αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο.</l><l n="179">πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων</l><l n="180">Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν.</l><l n="181">ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος</l><l n="182">ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="183">Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης</l><l n="184">οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν.</l><l n="185">Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·</l><q><l n="186">βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες·</l><l n="187">ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="188">θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="189">τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω</l><l n="190">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="191">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l><l n="192">εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω</l><l n="193">κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται</l><l n="194">δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ.</l></q><l n="195"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="196">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="197">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="198">ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν·</l><l n="199">ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις·</l><q><l n="200">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="201">Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι.</l><l n="202">ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν</l><l n="203">θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,</l><l n="204">τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι</l><l n="205">μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην.</l><l n="206">αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ</l></q></div></div></body></text></TEI>