σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,