φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ· αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας· οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους· ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων