<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="473">εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν</l><l n="474">Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν</l><l n="475">ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ</l><l n="476">ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι</l><l n="477">φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·</l><l n="478">αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,</l><l n="479">ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν</l><l n="480">ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων</l><l n="481">σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·</l><l n="482">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="483">Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως</l><l n="484">ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.</l><l n="485">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,</l><l n="486">στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.</l><l n="487">ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου</l><l n="488">χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.</l><milestone ed="p" n="489" unit="card"/><l n="489"><milestone ed="P" unit="para"/>Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον</l><l n="490">Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,</l><l n="491">οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.</l><l n="492">ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι</l><l n="493">χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,</l><l n="494">πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας</l><l n="495">ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,</l><l n="496">ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,</l><l n="497">δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ</l><l n="498">πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης</l><l n="499">ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα</l><l n="500">ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει</l><l n="501">Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.</l><l n="502">Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων</l><l n="503">ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας·</l><l n="504">οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ</l><l n="505">εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="506">παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν,</l><l n="507">ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον.</l><l n="508">τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ</l><l n="509">μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν.</l><l n="510">αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον·</l><q><l n="511">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="512">ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων</l><l n="513">βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους·</l><l n="514">ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων</l><l n="515">ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν.</l></q><l n="516"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="517">αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων</l><l n="518">βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος·</l><l n="519">μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="520">νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ.</l><l n="521"><milestone ed="P" unit="para"/>Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν</l><l n="522">Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="523">Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν</l><l n="524">ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι</l><l n="525">Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί.</l><l n="526">Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων·</l><l n="527">εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς</l><l n="528">κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα</l><l n="529">ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες</l><l n="530">ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν.</l><milestone ed="p" n="531" unit="card"/></q><l n="531"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους</l><l n="532">μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες</l><l n="533">ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="534">στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="535">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="536">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="537">αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον</l><l n="538">ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν</l><l n="539">ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός.</l><l n="540">αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν</l><l n="541">ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν,</l><l n="542">Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο.</l><l n="544"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε·</l><l n="545">στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον,</l><l n="546">τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς</l><l n="547">ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων.</l><l n="548">ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο</l><l n="549">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται,</l><l n="550">οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι</l><l n="551">πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων</l><l n="552">ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες</l><l n="553">ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν</l><l n="554">καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ·</l><l n="555">ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ·</l><l n="556">ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ</l><l n="557">ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν.</l><l n="558">ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας</l><l n="559">νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ,</l><l n="560">κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες</l><l n="561">τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν·</l><l n="562">σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς·</l><l n="563">ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν</l><l n="564">Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι</l><l n="565">νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο.</l><l n="566">Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς</l><l n="567">αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας</l><l n="568">Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν.</l><l n="569">πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν,</l><l n="570">αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ</l><l n="571">ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l></div></div></body></text></TEI>