<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="47"><milestone ed="P" unit="para"/>ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος</l><l n="48">ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ,</l><l n="49">αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες</l><l n="50">ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό.</l><l n="51">φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,</l><l n="52">ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν</l><l n="53">ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας</l><l n="54">αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε</l><l n="55">πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν.</l><l n="56"><milestone ed="P" unit="para"/>Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο</l><l n="57">Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα</l><l n="58">Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,</l><l n="59">τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον</l><l n="60">ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.</l><l n="61">Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην,</l><l n="62">οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ</l><l n="63">παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα,</l><l n="64">ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,</l><l n="65">ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ</l><l n="66">λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.</l><l n="67"><milestone ed="P" unit="para"/>οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν</l><l n="68">ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν</l><l n="69">πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·</l><l n="70">ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες</l><l n="71">δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο.</l><l n="72">ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς</l><l n="73">θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα·</l><l n="74">οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,</l><l n="75">οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι</l><l n="76">σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ</l><l n="77">δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.</l><l n="78">πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα</l><l n="79">οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι.</l><l n="80">τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς</l><l n="81">τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων</l><l n="82">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν</l><l n="83">χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε.</l><l n="84"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l></div></div></body></text></TEI>