<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="465">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="466">ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ</l><l n="467">τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα</l><l n="468">Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="469">ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.</l><l n="470">δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς</l><l n="471">ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.</l></q><l n="472"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="473">εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν</l><l n="474">Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν</l><l n="475">ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ</l><l n="476">ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι</l><l n="477">φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·</l><l n="478">αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,</l><l n="479">ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν</l><l n="480">ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων</l><l n="481">σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει·</l><l n="482">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην</l><l n="483">Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως</l><l n="484">ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ.</l><l n="485">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,</l><l n="486">στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος.</l><l n="487">ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου</l><l n="488">χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους.</l><milestone ed="p" n="489" unit="card"/><l n="489"><milestone ed="P" unit="para"/>Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον</l><l n="490">Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα,</l><l n="491">οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην.</l><l n="492">ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι</l><l n="493">χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ,</l><l n="494">πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας</l><l n="495">ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει,</l><l n="496">ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας,</l><l n="497">δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ</l><l n="498">πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης</l><l n="499">ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα</l><l n="500">ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει</l><l n="501">Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα.</l><l n="502">Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων</l></div></div></body></text></TEI>