<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="465">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="466">ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ</l><l n="467">τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα</l><l n="468">Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="469">ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.</l><l n="470">δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς</l><l n="471">ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.</l></q><l n="472"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l><l n="473">εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν</l><l n="474">Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν</l><l n="475">ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ</l><l n="476">ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι</l><l n="477">φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ·</l><l n="478">αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός,</l><l n="479">ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν</l><l n="480">ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων</l></div></div></body></text></TEI>