φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας. ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους. τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ