<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="433">ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.</l></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="435">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="436">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,</l><l n="437">πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε</l><l n="438">Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.</l><l n="439">γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,</l><l n="440">ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·</l><q><l n="441">ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.</l><l n="442">ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="443">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="444">ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="445">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,</l><l n="447">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="448">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l></div></div></body></text></TEI>