<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="417">ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="418">γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,</l><l n="419">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο</l><l n="420">Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην</l><l n="421">οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,</l><l n="422">αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.</l><l n="423">Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="424">δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="425">νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="426">τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ</l><l n="427">αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.</l><l n="428">τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,</l><l n="429">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν</l><q><l n="430">ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο</l><l n="431">σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι</l><l n="432">τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,</l></q></div></div></body></text></TEI>