<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="401"><milestone ed="P" unit="para"/>οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ</l><l n="402">Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·</l><l n="403">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="404">ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι</l><l n="405">πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω</l><l n="406">μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.</l><l n="407">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="408">οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,</l><l n="409">ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ</l><l n="410">ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.</l></q><milestone ed="p" n="411" unit="card"/><l n="411"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="412">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,</l><l n="413">ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.</l><l n="414">ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ</l><l n="415">σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="416">θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,</l><l n="417">ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="418">γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,</l><l n="419">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο</l><l n="420">Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην</l><l n="421">οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,</l><l n="422">αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.</l><l n="423">Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="424">δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="425">νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="426">τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ</l><l n="427">αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.</l><l n="428">τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,</l><l n="429">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν</l><q><l n="430">ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο</l><l n="431">σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι</l><l n="432">τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,</l><l n="433">ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.</l></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="435">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="436">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,</l><l n="437">πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε</l><l n="438">Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.</l></div></div></body></text></TEI>