<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="375">καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε</l><l n="376">καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="377">ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς</l><l n="378">ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας</l><l n="379">ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="380">βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι</l><l n="381">νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l><l n="382">οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l><l n="383">οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.</l></q><l n="384"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l><l n="386">εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l><l n="387">οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·</l><l n="388">νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.</l><l n="389">οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·</l><l n="390">κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.</l><l n="391">ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,</l><l n="392">ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.</l><l n="393">τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,</l><l n="394">παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων</l><l n="395">πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.</l></q><l n="396"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="397">ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ</l><l n="398">ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.</l><l n="399">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="401"><milestone ed="P" unit="para"/>οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ</l><l n="402">Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·</l><l n="403">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="404">ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι</l><l n="405">πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω</l><l n="406">μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.</l><l n="407">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="408">οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,</l><l n="409">ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ</l><l n="410">ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.</l></q><milestone ed="p" n="411" unit="card"/><l n="411"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="412">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,</l><l n="413">ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.</l><l n="414">ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ</l><l n="415">σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="416">θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,</l><l n="417">ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων</l><l n="418">γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα,</l><l n="419">ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο</l><l n="420">Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην</l><l n="421">οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί,</l><l n="422">αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε.</l><l n="423">Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="424">δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης</l><l n="425">νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="426">τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ</l><l n="427">αὐτοκασίγνητον εὐηφενέος Σώκοιο.</l><l n="428">τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς,</l><l n="429">στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν</l><q><l n="430">ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο</l><l n="431">σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι</l><l n="432">τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας,</l><l n="433">ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς.</l></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="435">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="436">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο,</l><l n="437">πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε</l><l n="438">Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός.</l><l n="439">γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν,</l><l n="440">ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν·</l><q><l n="441">ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος.</l><l n="442">ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι·</l><l n="443">σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν</l><l n="444">ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα</l><l n="445">εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει,</l><l n="447">τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν</l><l n="448">ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε,</l><l n="449">δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς·</l><q><l n="450">ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο</l><l n="451">φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας.</l><l n="452">ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ</l><l n="453">ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ</l><l n="454">ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες.</l><l n="455">αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί.</l><milestone ed="p" n="456" unit="card"/></q><l n="456"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="457">ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης·</l><l n="458">αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν.</l><l n="459">Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος</l><l n="460">κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν.</l><l n="461">αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους.</l><l n="462">τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός,</l><l n="463">τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος.</l><l n="464">αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα·</l><q><l n="465">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="466">ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ</l><l n="467">τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα</l><l n="468">Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ.</l><l n="469">ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον.</l><l n="470">δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς</l><l n="471">ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται.</l></q><l n="472"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.</l></div></div></body></text></TEI>