καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ, ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί, παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας, ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς. ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην. διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει, τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς· ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας. ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν. αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους. τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον. δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται. ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς.