<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><l n="371">στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l><l n="372">Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l><l n="373">ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l><l n="374">αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων</l><l n="375">καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε</l><l n="376">καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="377">ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς</l><l n="378">ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας</l><l n="379">ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="380">βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι</l><l n="381">νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l><l n="382">οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l><l n="383">οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.</l></q><l n="384"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l><l n="386">εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l></q></div></div></body></text></TEI>