<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="11"><q><l n="365">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="366">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="367">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l></q><milestone ed="p" n="368" unit="card"/><l n="368"><milestone ed="P" unit="para"/>ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν.</l><l n="369">αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="370">Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν,</l><l n="371">στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ</l><l n="372">Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος.</l><l n="373">ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο</l><l n="374">αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων</l><l n="375">καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε</l><l n="376">καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός,</l><l n="377">ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς</l><l n="378">ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας</l><l n="379">ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="380">βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι</l><l n="381">νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι.</l><l n="382">οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος,</l><l n="383">οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες.</l></q><l n="384"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης·</l><q><l n="385">τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα</l><l n="386">εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης,</l><l n="387">οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί·</l><l n="388">νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.</l><l n="389">οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων·</l><l n="390">κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο.</l><l n="391">ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ,</l><l n="392">ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι.</l><l n="393">τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί,</l><l n="394">παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων</l><l n="395">πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες.</l></q><l n="396"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="397">ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ</l><l n="398">ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή.</l><l n="399">ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε</l><l n="400">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ.</l><l n="401"><milestone ed="P" unit="para"/>οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ</l><l n="402">Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας·</l><l n="403">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="404">ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι</l><l n="405">πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω</l><l n="406">μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων.</l><l n="407">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="408">οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο,</l><l n="409">ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ</l><l n="410">ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον.</l></q><milestone ed="p" n="411" unit="card"/><l n="411"><milestone ed="P" unit="para"/>εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="412">τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων,</l><l n="413">ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες.</l><l n="414">ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ</l><l n="415">σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="416">θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,</l></div></div></body></text></TEI>