ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ, ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί, παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον. εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν,