ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες. τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως.